Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.83 Joseph. AJ 4.87 (English) >>Joseph. AJ 4.92

4.86πρὸς οὖν Σιχῶνα τὸν βασιλεύοντα τῆς χώρας ταύτης ἀπέστειλε Μωυσῆς τῷ στρατῷ δίοδον αἰτῶν ἐφʼ αἷς ἂν θελήσειε πίστεσιν, ὥστε μηδὲν ἀδικηθῆναι μήτε τὴν γῆν μήτε τοὺς ἐνοικοῦντας, ὧν Σιχὼν ἐκράτει, τοῖς τε κατὰ τὴν ἀγορὰν χρῆσθαι πρὸς τὸ ἐκείνων λυσιτελές, εἰ καὶ τὸ ὕδωρ αὐτοῖς πιπράσκειν ἐθέλοιεν. Σιχὼν δʼ ἀρνούμενος ὁπλίζει τὸν οἰκεῖον στρατὸν καὶ τοὺς Ἑβραίους διαβαίνειν τὸν Ἀρνῶνα κωλύειν ἑτοιμότατος ἦν. 4.87

Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς διʼ αὐτὴν ἀπορίας, ὑφʼ ἧς στασιάσαι τε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι. 4.88τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτʼ αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δʼ ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. 4.89 δὲ Ἀμορραῖος οὐκέτʼ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλʼ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότʼ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες τὸ μάχεσθαι παρέξειν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.83 Joseph. AJ 4.87 (English) >>Joseph. AJ 4.92

Powered by PhiloLogic